Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/270

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ’ Ἕκτορα λύσῃ.»
Ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, 80
ἡ τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
ἔρχεται ὠμηστῇσιν ἐπ’ ἰχθύσι κῆρα φέρουσα.
εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ’ ἄρ’ ἄλλαι
εἵαθ’ ὁμηγερέες ἅλιαι θεαί· ἡ δ’ ἐνὶ μέσσῃς
κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε 85
φθίσεσθ’ ἐν Τροίῃ ἐριβώλακι, τηλόθι πάτρης.
ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
«ὄρσο, Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.»
τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
«τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ 90
μίσγεσθ’ ἀθανάτοισιν, ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ.
εἶμι μέν, οὐδ’ ἅλιον ἔπος ἔσσεται, ὅττί κεν εἴπῃ.»
Ὣς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάων
κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
βῆ δ’ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις 95
ἡγεῖτ’· ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
ἀκτὴν δ’ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
εὗρον δ’ εὐρύοπα Κρονίδην, περὶ δ’ ἄλλοι ἅπαντες
ἥαθ’ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
ἡ δ’ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη. 100
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
καί ῥ’ εὔφρην’ ἐπέεσσι· Θέτις δ’ ὤρεξε πιοῦσα.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
«ἤλυθες Οὔλυμπόνδε, θεὰ Θέτι, κηδομένη περ,