Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/261

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
23. ΙΛΙΑΔΟΣ Ψ

Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
καί ῥ’ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
Πηλεΐδης δ’ αἶψ’ ἄλλα τίθει ταχυτῆτος ἄεθλα, 740
ἀργύρεον κρητῆρα, τετυγμένον· ἓξ δ’ ἄρα μέτρα
χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ’ αἶαν
πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον,
στῆσαν δ’ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· 745
υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, 750
ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ’ ἔθηκε.
στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
«ὄρνυσθ’ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.»
ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας,
ἂν δ’ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς 755
Ἀντίλοχος· ὁ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς.
τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ’ ἔπειτα
ἔκφερ’ Ὀϊλιάδης· ἐπὶ δ’ ὄρνυτο δῖος Ὀδυσσεὺς
ἄγχι μάλ’, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο 760
στήθεός ἐστι κανών, ὅν τ’ εὖ μάλα χερσὶ τανύσσῃ
πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ’ ἴσχει
στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
κὰδ δ’ ἄρα οἱ κεφαλῆς χέ’ ἀϋτμένα δῖος Ὀδυσσεὺς 765
αἰεὶ ῥίμφα θέων· ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοὶ
νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.