καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· 370
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
εἵλετο, τοῦ δ’ ἀπάνευθε σέλας γένετ’ ἠΰτε μήνης.
ὡς δ’ ὅτ’ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ 375
καιομένοιο πυρός, τό τε καίεται ὑψόθ’ ὄρεσφι
σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δ’ οὐκ ἐθέλοντας ἄελλαι
πόντον ἐπ’ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
ὣς ἀπ’ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ’ ἵκανε
καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας 380
κρατὶ θέτο βριαρήν· ἡ δ’ ἀστὴρ ὣς ἀπέλαμπεν
ἵππουρις τρυφάλεια, περισσείοντο δ’ ἔθειραι
χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
πειρήθη δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· 385
τῷ δ’ εὖτε πτερὰ γίγνετ’, ἄειρε δὲ ποιμένα λαῶν.
ἐκ δ’ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ ἔγχος,
βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων 390
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν·
ἵππους δ’ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν’ ἕσαν, ἐν δὲ χαλινοὺς
γαμφηλῇς ἔβαλον, κατὰ δ’ ἡνία τεῖναν ὀπίσσω
κολλητὸν ποτὶ δίφρον. ὁ δὲ μάστιγα φαεινὴν 395
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/175
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
19. ΙΛΙΑΔΟΣ T