Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/138

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

αὐτὸς δ’ αὖτ’ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,
στῆ δὲ παρ’ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·
«κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν,
ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω
νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· 710
οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας· 715
«πάντα κατ’ αἶσαν ἔειπες, ἀγακλεὲς ὦ Μενέλαε·
ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ’ ὦκα
νεκρὸν ἀείραντες φέρετ’ ἐκ πόνου· αὐτὰρ ὄπισθε
νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ,
ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ 720
μίμνομεν ὀξὺν Ἄρηα παρ’ ἀλλήλοισι μένοντες.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
ὕψι μάλα μεγάλως· ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε
Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ’ ἐπὶ κάπρῳ 725
βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·
ἕως μὲν γάρ τε θέουσι διαῤῥαῖσαι μεμαῶτες,
ἀλλ’ ὅτε δή ῥ’ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
ἄψ τ’ ἀνεχώρησαν διά τ’ ἔτρεσαν ἄλλυδις ἄλλος.
ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο, 730
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
ἀλλ’ ὅτε δή ῥ’ Αἴαντε μεταστρεφθέντε κατ’ αὐτοὺς
σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη
πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.