Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/93

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
3. ΙΛΙΑΔΟΣ Γ

αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
λεύσσει, ὅπως ὄχ’ ἄριστα μετ’ ἀμφοτέροισι γένηται.» 110
Ὣς ἔφαθ’, οἳ δ’ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
καί ῥ’ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ’ ἔβαν αὐτοί,
τεύχεά τ’ ἐξεδύοντο· τὰ μὲν κατέθεντ’ ἐπὶ γαίῃ
πλησίον ἀλλήλων, ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα· 115
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ’ ἄρν’ ἐκέλευεν
οἰσέμεναι· ὃ δ’ ἄρ’ οὐκ ἀπίθησ’ Ἀγαμέμνονι δίῳ. 120
Ἶρις δ’ αὖθ’ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
τὴν δ’ εὗρ’ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε, 125
δίπλακα πορφυρέην, πολέας δ’ ἐνέπασσεν ἀέθλους
Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οὕς ἑθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων·
ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
«δεῦρ’ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι 130
Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
ἀσπίσι κεκλιμένοι, παρὰ δ’ ἔγχεα μακρὰ πέπηγεν. 135
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος