Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/89

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Γ


Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι,
Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς
ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων, 5
ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί,
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
Εὖτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην 10
ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
τόσσόν τίς τ’ ἐπιλεύσσει ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν·
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ ἀελλὴς
ἐρχομένων· μάλα δ’ ὦκα διέπρησσον πεδίοιο.
Οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 15
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής,
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα