Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/58

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Β


Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος,
ἀλλ’ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, 5
πέμψαι ἐπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· 10
θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται.» 15
Ὣς φάτο, βῆ δ’ ἄρ’ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,