εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον 525
τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν
οὐδ’ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.»
Ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων·
ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτος
κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. 530
Τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου,
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ’ ἅμα πάντες ἀνέσταν
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες. 535
ὣς ὃ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
ἠγνοίησεν ἰδοῦσ’ ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
«Τίς δ’ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; 540
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.»
Τὴν δ’ ἠμείβετ’ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
«Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους 545
εἰδήσειν· χαλεποί τοι ἔσοντ’ ἀλόχῳ περ ἐούσῃ·
ἀλλ’ ὃν μέν κ’ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ’ ἀνθρώπων·
ὃν δέ κ’ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.» 550
Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·
«Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
καὶ λίην σε πάρος γ’ οὔτ’ εἴρομαι οὔτε μεταλλῶ,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/55
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
1. ΙΛΙΑΔΟΣ Α