Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/51

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
1. ΙΛΙΑΔΟΣ Α

Αἰγαίων’—ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων—
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· 405
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ’ ἔτ’ ἔδησαν.
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ’ ἅλα ἔλσαι Ἀχαιοὺς
κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, 410
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἣν ἄτην ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
«Ὤ μοι τέκνον ἐμόν, τί νύ σ’ ἔτρεφον αἰνὰ τεκοῦσα;
αἴθ’ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων 415
ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·
νῦν δ’ ἅμα τ’ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. 420
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
μήνι’ Ἀχαιοῖσιν, πολέμου δ’ ἀποπαύεο πάμπαν·
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας
χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο·
δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, 425
καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.»
Ὣς ἄρα φωνήσασ’ ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς 430
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
οἳ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,