Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/43

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
1. ΙΛΙΑΔΟΣ Α

ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ’ Ἀχαιοὶ
Τρώων ἐκπέρσωσ’ εὖ ναιόμενον πτολίεθρον·
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο 165
χεῖρες ἐμαὶ διέπουσ’· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ’ ὀλίγον τε φίλον τε
ἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
νῦν δ’ εἶμι Φθίην δ’, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
οἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ’ ὀΐω 170
ἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
«Φεῦγε μάλ’, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ’ ἔγωγε
λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν· πάρ’ ἔμοιγε καὶ ἄλλοι
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. 175
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ’ ἔδωκεν·
οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω, 180
οὐδ’ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
ὡς ἔμ’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
πέμψω, ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον
αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ’ ἐῢ εἰδῇς 185
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.»
Ὣς φάτο· Πηλεΐωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 190
τοὺς μὲν ἀναστήσειεν, ὃ δ’ Ἀτρεΐδην ἐναρίζοι,