Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/285

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ

ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων,
τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα,
χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος, 835
κεῖσθαι· ὁ δ’ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.»
Τὸν δ’ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
«πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ’ ἥρως;
ἔρχομαι ὄφρ’ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· 840
ἀλλ’ οὐδ’ ὧς περ σεῖο μεθήσω τειρομένοιο.»
Ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
ὀξὺ βέλος περιπευκές, ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸν 845
νίζ’ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
ἔσχ’ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα.