ἐκ δ’ ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ’ οἰῶν
εἵλετο κρινάμενος τριηκόσι’ ἠδὲ νομῆας.
καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετ’ ἐν Ἤλιδι δίῃ,
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν,
ἐλθόντες μετ’ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον 700
θεύσεσθαι· τοὺς δ’ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
κάσχεθε, τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων.
τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
ἐξέλετ’ ἄσπετα πολλά· τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκε
δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. 705
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
ἕρδομεν ἱρὰ θεοῖς· οἱ δὲ τρίτῳ ἤματι πάντες
ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
παῖδ’ ἔτ’ ἐόντ’, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. 710
ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη,
τηλοῦ ἐπ’ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
τὴν ἀμφεστρατόωντο διαῤῥαῖσαι μεμαῶτες.
ἀλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ’ Ἀθήνη
ἄγγελος ἦλθε θέουσ’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαι 715
ἔννυχος, οὐδ’ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν,
ἀλλὰ μάλ’ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
οὐ γάρ πώ τί μ’ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι 720
καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
ἱππῆες Πυλίων, τὰ δ’ ἐπέῤῥεον ἔθνεα πεζῶν.
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες 725
ἔνδιοι ἱκόμεσθ’ ἱερὸν ῥόον Ἀλφειοῖο.
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/280
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ