νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ’ Ἀχαιοί,
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
αἴ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. 140
εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, 145
τάων ἥν κ’ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
πρὸς οἶκον Πηλῆος· ἐγὼ δ’ ἐπὶ μείλια δώσω
πολλὰ μάλ’, ὅσσ’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν 150
Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον
καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
πᾶσαι δ’ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
ἐν δ’ ἄνδρες ναίουσι πολύῤῥηνες πολυβοῦται,
οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι 155
καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
δμηθήτω—Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστος,
τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων—
καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι 160
ἠδ’ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
«Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
ἀλλ’ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα 165
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/215
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
9. ΙΛΙΑΔΟΣ Ι