τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 165
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
τοῖσι δ’ ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
πάντες ἄρ’ οἵ γ’ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
τοῖς δ’ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· 170
«κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
καὶ δ’ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.»
Ὣς ἔφαθ’, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, 175
ἐν δ’ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
«Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.» 180
Ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
ἐκ δ’ ἔθορε κλῆρος κυνέης ὃν ἄρ’ ἤθελον αὐτοί,
Αἴαντος· κῆρυξ δὲ φέρων ἀν’ ὅμιλον ἁπάντῃ
δεῖξ’ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
οἳ δ’ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. 185
ἀλλ’ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν’ ὅμιλον ἁπάντῃ
ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
ἤτοι ὑπέσχεθε χεῖρ’, ὃ δ’ ἄρ’ ἔμβαλεν ἄγχι παραστάς,
γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
τὸν μὲν πὰρ πόδ’ ἑὸν χαμάδις βάλε φώνησέν τε· 190
«ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
ἀλλ’ ἄγετ’ ὄφρ’ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/179
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η