ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· 500
οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
ἀλλ’ ὅ γ’, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. 505
ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
δεσμὸν ἀποῤῥήξας θείῃ πεδίοιο κροαίνων
εἰωθὼς λούεσθαι ἐϋῤῥεῖος ποταμοῖο
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
ὤμοις ἀΐσσονται· ὃ δ’ ἀγλαΐηφι πεποιθὼς 510
ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων·
ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ ἐβεβήκει
καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ’ ἔπειτα
Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ’ ἄρ’ ἔμελλε 515
στρέψεσθ’ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
«ἠθεῖ’ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
δηθύνων, οὐδ’ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;»
Τὸν δ’ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· 520
«δαιμόνι’ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ’ ἐμὸν κῆρ
ἄχνυται ἐν θυμῷ, ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούω
πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. 525
ἀλλ’ ἴομεν· τὰ δ’ ὄπισθεν ἀρεσσόμεθ’, αἴ κέ ποθι Ζεὺς
δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.»
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/172
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6. ΙΛΙΑΔΟΣ Ζ