πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ’ ἐπίκουροι,
κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἷδε 230
γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ’ εἶναι.»
Ὣς ἄρα φωνήσαντε καθ’ ἵππων ἀΐξαντε
χεῖράς τ’ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
ἔνθ’ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε’ ἄμειβε 235
χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων.
Ἕκτωρ δ’ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
καὶ πόσιας· ὃ δ’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει 240
πάσας ἑξείης· πολλῇσι δὲ κήδε’ ἐφῆπτο.
Ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ ἵκανε
ξεστῇς αἰθούσῃσι τετυγμένον—αὐτὰρ ἐν αὐτῷ
πεντήκοντ’ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες 245
κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
κουράων δ’ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
δώδεκ’ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο,
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
κοιμῶντο Πριάμοιο παρ’ αἰδοίῃς ἀλόχοισιν· 250
ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
«τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν 255
μαρνάμενοι περὶ ἄστυ· σὲ δ’ ἐνθάδε θυμὸς ἀνῆκεν
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/163
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6. ΙΛΙΑΔΟΣ Ζ