Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/158

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6. ΙΛΙΑΔΟΣ Ζ

Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ’ ἄριστοι
πᾶσαν ἐπ’ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
στῆτ’ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων 80
πάντῃ ἐποιχόμενοι πρὶν αὖτ’ ἐν χερσὶ γυναικῶν
φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’ αὖθι μένοντες,
καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· 85
Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ’ ἔπειτα
μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 90
εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ ἐλεήσῃ
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 95
ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
οὐδ’ Ἀχιλῆά ποθ’ ὧδέ γ’ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλ’ ὅδε λίην 100
μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.»
Ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 105
οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
Ἀργεῖοι δ’ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
φὰν δέ τιν’ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος