Δρῆσον δ’ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· 20
βῆ δὲ μετ’ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
νηῒς Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι.
Βουκολίων δ’ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
ποιμαίνων δ’ ἐπ’ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, 25
ἣ δ’ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
Μηκιστηϊάδης καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα.
Ἀστύαλον δ’ ἄρ’ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
Πιδύτην δ’ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν 30
ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ’ Ἀρετάονα δῖον.
Ἀντίλοχος δ’ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
ναῖε δὲ Σατνιόεντος ἐϋῤῥείταο παρ’ ὄχθας
Πήδασον αἰπεινήν. Φύλακον δ’ ἕλε Λήϊτος ἥρως 35
φεύγοντ’· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
Ἄδρηστον δ’ ἄρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
ζωὸν ἕλ’· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην 40
πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
Ἄδρηστος δ’ ἄρ’ ἔπειτα λαβὼν ἐλίσσετο γούνων· 45
«ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ ἄξια δέξαι ἄποινα·
πολλὰ δ’ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/156
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6. ΙΛΙΑΔΟΣ Ζ