νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.»
Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα 690
ὤσαιτ’ Ἀργείους, πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο.
οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
εἷσαν ὑπ’ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
ἐκ δ’ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. 695
τὸν δ’ ἔλιπε ψυχή, κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς·
αὖτις δ’ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
Ἀργεῖοι δ’ ὑπ’ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν 700
οὔτε ποτ’ ἀντεφέροντο μάχῃ, ἀλλ’ αἰὲν ὀπίσσω
χάζονθ’, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
Ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξαν
Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
ἀντίθεον Τεύθραντ’, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, 705
Τρῆχόν τ’ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
Οἰνοπίδην θ’ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. 710
Τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
«ὢ πόποι, αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
ἦ ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ 715
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/147
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε