Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/140

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

«Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ ἐπικούρων
οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
τῶν νῦν οὔ τιν’ ἐγὼ ἰδέειν δύναμ’ οὐδὲ νοῆσαι, 475
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
ἡμεῖς δὲ μαχόμεσθ’ οἵ πέρ τ’ ἐπίκουροι ἔνειμεν.
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
ἔνθ’ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, 480
κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ’ ἐπιδευής.
ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον’ αὐτὸς
ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
οἷόν κ’ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις 485
λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
οἳ δὲ τάχ’ ἐκπέρσουσ’ εὖ ναιομένην πόλιν ὑμήν.
σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ 490
ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
νωλεμέως ἐχέμεν, κρατερὴν δ’ ἀποθέσθαι ἐνιπήν.»
Ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ, 495
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
ὡς δ’ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλωὰς
ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ 500
κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
αἳ δ’ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ’ Ἀχαιοὶ