κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. 175
καί κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντων
τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
‘αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’ Ἀγαμέμνων,
ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν,
καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 180
σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.’
ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.»
Τὸν δ’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
«θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν 185
εἰρύσατο ζωστήρ τε παναίολος ἠδ’ ὑπένερθε
ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.»
Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
«αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
ἕλκος δ’ ἰητὴρ ἐπιμάσσεται ἠδ’ ἐπιθήσει 190
φάρμαχ’ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.»
Ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
«Ταλθύβι’ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
φῶτ’ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, 195
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.»
Ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
βῆ δ’ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν 200
ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
«ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/111
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4. ΙΛΙΑΔΟΣ Δ