Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/107

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4. ΙΛΙΑΔΟΣ Δ

τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω.
εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, 55
οὐκ ἀνύω φθονέουσ’ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 60
κέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις.
ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι,
σοὶ μὲν ἐγώ, σὺ δ’ ἐμοί· ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι
ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, 65
πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.»
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
«αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, 70
πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.»
Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα.
οἷον δ’ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω, 75
ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
τῷ ἐϊκυῖ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
κὰδ δ’ ἔθορ’ ἐς μέσσον· θάμβος δ’ ἔχεν εἰσορόωντας
Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· 80
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
«ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
ἔσσεται, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησι
Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.»
Ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. 85