Μετάβαση στο περιεχόμενο

Σελίδα:Homère - Odyssée, I-IV, traduction Sommer, juxta, 1886.djvu/8

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
6
ΟΔΥΣΣΕΙΑΣ Α.

Ζηνὸς ἐνὶ πεγάροισιν Ὀλυμπίου ἀθρόοι ἦσαν.
Τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο1,
τόν ῥ' Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν' Ὀρέστης. [30]
Τοῦ ὅγ' ἐπιμνησθεὶς ἔπε' ἀθανάτοισι μετηύδα·

« Ὠ πόποι, οἷον δή υυ θεοὺς βροτοὶ αἰτιόωνται!
Ἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ 2
σφῇσιν ἀτασθαλίῃσιν ὁπέρμορον ἄλγέ ἔχουσιν.
Ὣς καὶ νῦν Αἴγισθος ὑπέρμορον Ἀτρείδαο [35]
γῆμ' ἄλοχον μνηστήν, τὸν ὁ ' ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὸν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεις 3
Ἑρμείαν πεμψαντες, ἐύσκοπον Ἀργειφόντη,
μήτ' αὐτὸν κτείνειν, μήτε μνάασθαι ἄκοιτιν·
ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρείδαο 4, [40]
ὁππότ' ἂν ἡβήσῃ τε, καὶ ἧς ἱμείρεται αἴης 5.
Ὣς ἔφαθ' Ἑρμείας· ἀλλ' οὐ φρένας Αἰγίσθοιο