ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
ἐστάλατ᾽. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα
βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν· 290
οἳ δ᾽ ἄρ᾽ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν·
οἳ δ᾽ ἐτρύγων οἴνας, δρεπάνας ἐν χερσὶν ἔχοντες,
[οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.] 295
οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο, 297
[σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,] 299
βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε. 300
οἵ γε μὲν ἐτράπεον, τοὶ δ᾽ ἤρυον. οἳ δὲ μάχοντο
πύξ τε καὶ ἑλκηδόν· τοὶ δ᾽ ὠκύποδας λαγὸς ᾕρευν
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
[τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ αὐλητῆρι ἕκαστος] 298