ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
ἔγχεσιν ἠδ᾽ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο. 190
ἐν δ᾽ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης,
αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
αἵματι φοινικόεις ὡς εἰ ζωοὺς ἐναρίζων,
δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε 195
ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
ἔγχος ἔχουσ᾽ ἐν χειρὶ ἰδὲ χρυσέην τε τρυφάλειαν
αἰγίδα τ᾽ ἀμφ᾽ ὤμοις· ἐπὶ δ᾽ ᾤχετο φύλοπιν αἰνήν. 200
ἐν δ᾽ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δ᾽ ἄρα μέσσῳ
ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
χρυσείῃ φόρμιγγι· [θεῶν δ᾽ ἕδος ἁγνὸς Ὄλυμπος·
ἐν δ᾽ ἀγορή, περὶ δ᾽ ὄλβος ἀπείριτος ἐστεφάνωτο
ἀθανάτων ἐν ἀγῶνι·] θεαὶ δ᾽ ἐξῆρχον ἀοιδῆς 205
Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
ἐν δὲ λιμὴν εὔορμος ἀμαιμακέτοιο θαλάσσης
Σελίδα:Hesiodi Carmina (1908).djvu/125
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
v. 168—207
115