Μετάβαση στο περιεχόμενο

Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/55

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
cap. 3.31
Λόγος ἱερός
Ἑρμοῦ τοῦ τρισμεγίστου
λόγος ἱερός

1  Δόξα πάντων ὁ θεὸς καὶ θεῖον καὶ φύσις θεία· ἀρχὴ τῶν ὄντων ὁ θεός, καὶ νοῦς καὶ φύσις καὶ ὕλη, σοφία εἰς δεῖξιν ἁπάντων ὤν· ἀρχὴ τὸ θεῖον καὶ φύσις καὶ ἐνέργεια καὶ ἀνάγκη καὶ τέλος καὶ ἀνανέωσις. ἧν γὰρ σκότος ἄπειρον ἐν ἀβύσσῳ καὶ ὕδωρ καὶ πνεῦμα λεπτὸν νοερόν, δυνάμει θείᾳ ὄντα ἐν χάει. ἀνείθη δὴ φῶς ἅγιον καὶ ἐπάγη ὑπ' ἅμμῳ ἐξ ὑγρᾶς οὐσίας στοιχεῖα καὶ θεοὶ πάντες καταδιαιροῦσι φύσεως ἐνσπόρου. 2 ἀδιορίστων δὲ ὄντων ἁπάντων καὶ ἀκατασκευάστων, ἀποδιωρίσθη τὰ ἐλαφρὰ εἰς ὕψος καὶ τὰ βαρέα ἐθεμελιώθη ἐφ' ὑγρᾷ ἄμμῳ, πυρὶ τῶν ὅλων διορισθέντων καὶ ἀνακρεμασθέντων πνεύματι ὀχεῖσθαι· καὶ ὤφθη ὁ οὐρανὸς ἐν κύκλοις ἑπτά, καὶ θεοὶ ταῖς ἐνάστροις ἰδέαις ὀπτανόμενοι, σὺν τοῖς αὐ-

1. τοῦ τρισμεγίστου om. B3. ante ἀρχὴ AB Turn. Fluss. add. καὶ.4. 5. σοφία — φύσις om. Patr.8. θείᾳ om. Patr.9. ὑφ' ἅμμῳ B.10. καταδιαιρῶσι A, καταδιερῶσι B, καταδιαιρεθείσης Tied.15. ἐνάστροις] sic B, ἐν ἄστρων reliqui.