καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστίν· ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει παῖς ὤν, καὶ γονίμῳ ὕδατι ἔγκυον τὸν ἄνθρωπον ἐποίησε. καὶ ταῦτ’ εἰρηκὼς ηὔξατο λέγων· „ὁρκίζω σε οὐρανὲ θεοῦ μεγάλου σοφὸν ἔργον· ὁρκίζω σε φωνὴν πατρὸς ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε τὴν τοῦ μονογενοῦς λόγου καὶ τοῦ πατρὸς τοῦ περιέχοντος πάντα· ἵλεως, ἵλεως ἔσο.“ ἰδοὺ διαρρήδην θεολογεῖν τὴν πάνσεπτον τριάδα θαυμασίως καὶ εὐαγγελικῶς ἡμᾶς ἐξεπαίδευσεν. ἀλλ’ εἰ καὶ ἐν τῷ παρόντι οὐκ ἔστιν οὑτωσὶ κατὰ λέξιν εὑρεῖν, ἅτε δὴ τῷ Σουίδᾳ εἴρηται, οὐδὲν θαυμαστόν. ἐνῆν γὰρ αὐτῷ που τετυχηκότι βιβλίου τινὸς μᾶλλον τῶν ἡμετέρων διορθουμένου ταῦθ’ εὑρεῖν παρ’ αὐτῷ. εἴωθε γὰρ πάσχειν διαφθορὰν τὰ βιβλία συχνά, ἢ τοῦ μακροῦ χρόνου ἕνεκα, ἢ τῶν γραφόντων ἀπαιδευσίᾳ, ἢ δὴ καὶ ἀπροσεξίᾳ, μᾶλλον δ’ ἀγνωσία τῶν κεκτημένων αὐτὰ κακῶς ἐπιμελομένων. καὶ γὰρ εὕρομεν καὶ παρὰ τῷ Στοβαίῳ πολλά τε ἄλλα καὶ θαυμαστὰ τοῦ Ἑρμοῦ, ὧν ἐν τοῖς ἡμετέροις τῶν ἀντιγράφων οὐδέν ἐστι. τούτου δὴ ἕνεκα μήτε τῷ Σουίδᾳ τις ἀπιστείτω, μήτε μὴν τὸ βιβλίον ἀπαξιούτω, εἰ οὐ πάρεστιν ἐν αὐτῷ· ἀλλ’ ἀρκεσώμεθα τοῖς εὑρισκομένοις, ἐπεί γε τὸ ἔχειν ἄμεινον πάντως τοῦ προσδοκᾷν πέφυκε. τὰ δ’ ἄλλα εὔχομαί σε
Δηρὸν ἐυζώειν καὶ ὁρᾷν φάος ἠελίοιο,
Ὄλβιον ἐν λαοῖς καὶ γήραος οὐδὸν ἱκέσθαι,
κατὰ τὸν ποιητήν. ἔρρωσο.