Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/583

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης σταδιασμὸν ἤτοι περίπλουν δηλῶσαί σοι ἀκριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ. Ἀρξάμενος [οὖν] ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος [τὰ τῆς Λιβύης διηγήσομαι ἕως τῶν Ἡρακλεωτικῶν Στηλῶν, εἶτα τὰ τῆς Ἀσίας, πάλιν ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος] ἕως Διοσκουρίδος, τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ [τὰ] τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ, τῆς πρὸς τῇ Χαλκηδονίῃ κειμένης, μέχρι Ἡρακλεωτικῶν Στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. Ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν Εὐρώπην, γράψω δὲ καὶ τῶν νήσων τὰ ἀπ´ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι, καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς, καὶ ὁπηλίκαι εἰσὶ, καὶ τίσιν ἀνέμοις χρῶνται, καὶ ποῖος ὁ πλοῦς δείξω σοὶ κατὰ ἀλήθειαν.