Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
Μελιζειγάρα καὶ Βυζάντιον [καὶ] Τοπαρὸν καὶ Τυραννοσβόας. Εἶτα Σησεκρείεναι λεγόμεναι νῆσοι καὶ ἡ τῶν Αἰγιδίων καὶ ἡ τῶν Καινειτῶν κατὰ τὴν λεγομένην Χερσόνησον, καθ ́ οὓς τόπους εἰσὶ πειραταὶ, καὶ μετὰ ταύτην Λευκὴ νῆσος. Εἶτα Νάουρα καὶ Τύνδις τὰ πρῶτα ἐμπόρια τῆς Λιμυρικῆς, καὶ μετὰ ταύτας Μουζιρὶς καὶ Νέλκυνδα, αἱ νῦν πράσσουσαι.
54. Βασιλείας δ ́ ἐστὶν ἡ μὲν Τύνδις Κηπροβότρου,