Μετάβαση στο περιεχόμενο

Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/439

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτὴν τὴν ἄρκτον ἤδη περὶ τὴν εἰσβολὴν τῆς Περσικῆς θαλάσσης κεῖνται νῆσοι πλείονες, αἱ Καλαίου λεγόμεναι (νῆσοι), σχεδὸν ἐπὶ σταδίους δισχιλίους παρατεταμμέναι τῇ χώρᾳ· πονηροὶ δὲ οἱ κατοικοῦντες αὐτὰς ἄνθρωποι καὶ ἡμέρας οὐ πολύ τι βλέποντες.

35. Περὶ δὲ τὴν ἐσχάτην κεφαλὴν τῶν Καλαίου νήσων καὶ τὸ λεγόμενον Καλὸν ὄρος· ἐκδέχεται μετ ́ οὐ πολὺ τὸ στόμα τῆς Περσικῆς, καὶ πλεῖσται κολυμβήσεις εἰσὶ τοῦ πινικίου κόγχου. Τούτου δὲ τοῦ στόματος ἐκ τῶν εὐωνύμων ἐστὶν ὄρη μέγιστα λεγόμενα Ἀσαβῶν, ἐκ δὲ τῶν δεξιῶν ἄντικρυς ἀφορώμενον ἄλλο στρογγύλον ὑψηλὸν, τὸ Σεμιράμεως λεγόμενον, καὶ μέσος αὐτὸς ὁ διάπλους τοῦ στόματος ὡς σταδίους ἑξακοσίους, δι ́ οὗ μέγιστος καὶ πλατύτατος εἰς τοὺς ἐσωτάτους τόπους ὁ Περσικὸς κόλπος ἀναχεῖται, καθ ́ ὃν ἐν τοῖς ἐσχάτοις αὐτοῦ μέρεσιν ἐμπόριόν ἐστι νόμιμον, λεγόμενον