Μετάβαση στο περιεχόμενο

Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/429

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὡς εἰς μυρίους δισχιλίους. Τὸ μὲν ὅλον Ἀράβων ναυκληρικῶν ἀνθρώπων καὶ ναυτικῶν πλεονάζει καὶ τοῖς ἀπ ́ ἐμπορίας πράγμασι κινεῖται· συγχρῶνται γὰρ τῇ τοῦ πέραν ἐργασίᾳ καὶ Βαρυγάζων ἰδίοις ἐξαρτισμοῖς.

22. Ὑπέρκειται δὲ αὐτῆς ἀπὸ τριῶν ἡμερῶν πόλις Σαύη, τῆς περὶ αὐτὴν Μαφαρίτιδος λεγομένης χώρας· ἔστι δὲ τύραννος καὶ κατοικῶν αὐτὴν Χόλαιβος.

23. Καὶ μετ ́ ἄλλας ἐννέα ἡμέρας Σαφὰρ μητρόπολις, ἐν ᾗ Χαριβαὴλ, ἔνθεσμος βασιλεὺς ἐθνῶν δύο, τοῦ τε Ὁμηρίτου καὶ τοῦ παρακειμένου λεγομένου Σαβαΐτου, συνεχέσι πρεσβείαις καὶ δώροις φίλος τῶν αὐτοκρατόρων.

24. Τὸ δὲ ἐμπόριον ἡ Μούζα ἀλίμενον μὲν εὔσαλον δὲ καὶ εὔορμον διὰ τὰ περὶ αὐτὴν ἀμμόγεια ἀγκυροβόλια. Φορτία δὲ εἰς αὐτὴν προχωρεῖ πορφύρα, διάφορος καὶ