Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
τῶν τόπων ἐλέφας πλεῖστος (ἥσσων δὲ τοῦ Ἀδουλιτικοῦ) καὶ ῥινόκερως καὶ χελώνη διάφορος μετὰ τὴν Ἰνδικὴν καὶ ναύπλιος ὀλίγος.
18. Καὶ σχεδὸν τελευταιότατά ἐστι ταῦτα τὰ ἐμπόρια τῆς Ἀζανίας τῆς ἐν δεξιοῖς ἀπὸ Βερνίκης ἠπείρου· ὁ γὰρ μετὰ τούτους τοὺς τόπους ὠκεανὸς ἀνερεύνητος ὢν εἰς τὴν δύσιν ἀνακάμπτει καὶ τοῖς ἀπεστραμμένοις μέρεσι τῆς Αἰθιοπίας καὶ Λιβύης καὶ Ἀφρικῆς κατὰ τὸν νότον παρεκτείνων εἰς τὴν ἑσπέριον συμμίσγει θάλασσαν.
19. Ἐκ δὲ τῶν εὐωνύμων Βερνίκης ἀπὸ Μυὸς ὅρμου δυσὶ δρόμοις ἢ τρισὶν εἰς τὴν ἀνατολὴν διαπλεύσαντι τὸν παρακείμενον κόλπον ὅρμος ἐστὶν ἕτερος καὶ φρούριον, ὃ λέγεται Λευκὴ κώμη, δι’ ἧς [ὁδός] ἐστιν εἰς Πέτραν πρὸς Μαλίχαν, βασιλέα Ναβαταίων. Ἔχει