Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
αὐτὴν τὴν δύσιν εἰτενηδιωμ* Μενουθιὰς ἀπαντᾷ νῆσος ἀπὸ σταδίων τῆς γῆς ὡσεὶ τριακοσίων, ταπεινὴ καὶ κατάδενδρος, ἐν ᾗ καὶ ποταμοὶ καὶ ὀρνέων γένη πλεῖστα καὶ χελώνη ὀρεινή. Θηρίων δὲ οὐδὲν ὅλως ἔχει πλὴν κροκοδείλων· οὐδένα δὲ ἀνθρώπων ἀδικοῦσιν. Ἔστι δὲ ἐν αὐτῇ πλοιάρια ῥαπτὰ καὶ μονόξυλα, οἷς χρῶνται πρὸς ἁλίαν καὶ ἄγραν χελώνης. Ἐν δὲ ταύτῃ τῇ νήσῳ καὶ γυργάθοις αὐτὰς ἰδίως λινεύουσιν, ἀντὶ δικτύων καθιέντες αὐτοὺς περὶ τὰ στόματα τῶν προρράχων.
16. Ἀφ ́ ἧς μετὰ δύο δρόμους τῆς ἠπείρου τὸ τελευταιότατον τῆς Ἀζανίας ἐμπόριον κεῖται, τὰ Ῥαπτὰ