μον καὶ μάκειρ, τὰ εἰς Ἀραβίαν προχωροῦντα, καὶ σώματα σπανίως.
9. Ἀπὸ δὲ Μαλαὼ δύο δρόμοις ἐστὶν ἐμπόριον ἡ Μούνδου, ἐν ᾧ καὶ ἀσφαλέστερον ὁρμεῖ τὰ πλοῖα εἰς τὴν προκειμένην ἔγγιστα τῆς γῆς νῆσον. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα καὶ ἐκεῖθεν ὁμοίως ἐκφέρεται τὰ προειρημένα φορτία [καὶ] θυμίαμα τὸ λεγόμενον μοκρότου. Οἱ δὲ κατοικοῦντες ἔμποροι σκληρότεροι.
10. Ἀπὸ δὲ τῆς Μούνδου, πλεόντων εἰς τὴν ἀνατολὴν, ὁμοίως μετὰ δύο δρόμους ἢ τρεῖς, πλησίον κεῖται τὸ Μόσυλλον ἐν αἰγιαλῷ δυσόρμῳ. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα γένη καὶ σκεύη ἀργυρᾶ, σιδηρᾶ δὲ ἐλάσσονα, καὶ λιθία. Ἐξάγεται δὲ ἀπὸ τῶν τόπων κασσίας χρῆμα πλεῖστον (διὸ καὶ μειζόνων πλοίων χρῄζει τὸ ἐμπόριον) καὶ ἄλλη εὐωδία καὶ ἀρώματα καὶ χελωνάρια ὀλίγα καὶ μοκρότου, ἧττον τοῦ Μουνδιτικοῦ, καὶ λίβανος ὁ περατικὸς, ἐλέφας δὲ καὶ σμύρνα σπανίως.
11. Ἀπὸ δὲ τοῦ Μοσύλλου μετὰ δύο δρόμους, παραπλεύσαντι τὸ λεγόμενον Νειλοπτολεμαῖον καὶ ταπα-