Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/199

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ Λύκτος, καὶ διήκει αὕτη ἀμφοτέρωθεν· πρὸς βορέαν δὲ ἄνεμον ὄρος Κάδιστον καὶ λιμὴν ἐν αὐτῷ Ὀλοῦς καὶ *· Πραισὸς διήκει ἀμφοτέρωθεν· Γρᾶνος ἀκρωτήριον Κρήτης πρὸς ἥλιον ἀνίσχοντα. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν Κρήτῃ· λέγεται δὲ εἶναι ἑκατόμπολις.

48. Κυκλαδες νησοι. Κυκλάδες δὲ αἵδε εἰσὶ κατὰ τὴν Λακεδαιμονίαν χώραν οἰκούμεναι· Μῆλος καὶ λιμήν, κατὰ δὲ ταύτην Κίμωλος, κατὰ δὲ ταύτην Ὠλίαρος, κατὰ δὲ ταύτην Σίκινος, αὕτη καὶ πόλις· κατὰ δὲ ταύτην Θήρα, κατὰ δὲ ταύτην Ἀνάφη, κατὰ δὲ ταύτην Ἀστυπάλαια. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.

49. Αργος. Μετὰ δὲ Λακεδαίμονα πόλις ἐστὶν Ἄργος, καὶ ἐν αὐτῇ Ναυπλία καὶ λιμήν· ἐν μεσογείαι δὲ Κλεωναὶ καὶ Μυκῆναι καὶ Τίρυνς. Παράπλους τῆς Ἀργείας χώρας κύκλῳ (ἔστι γὰρ κόλπος ὁ Ἀργολικὸς καλούμενος) στάδια ρνʹ.

50. Επιδαυρος. Μετὰ δὲ Ἄργος ἡ Ἐπίδαυρος χώρα·