Μετάβαση στο περιεχόμενο

Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/383

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 398.]325
ΕΙΚΟΝΕΣ

μὲν ὑπὸ τοῦ αὐχμοῦ, παρέχεται δὲ αὐχμηρὸν οὐδὲν ἐν ὀξείᾳ καὶ χλωρᾷ τῇ πίτυι. καλὸς γὰρ ὁ στέφανος καὶ δεινὸς ἐπιπρέψαι τοῖς ἐν ὥρᾳ, τὰ δὲ ἄνθη παρθένοις ἀναφυέσθω καὶ γυναίοις ἔρευθος ἑαυτὰ ἐργαζέσθω. φημί σοι καὶ τὰ στέρνα οὐ πνεύματος ἔμπλεα εἶναι μόνον, ἀλλὰ καὶ ἐννοίας μουσικῆς καὶ διασκέψεως τῶν αὐλημάτων. μέχρι τούτων σε τὸ ὕδωρ γράφει κατακύπτοντα ἐς αὐτὸ ἀπὸ τῆς πέτρας, εἰ δὲ ἑστηκότα ἔγραφεν, οὐκ ἂν εὐσχήμονα τὰ ὑπὸ τῷ στέρνῳ ἔδειξεν, ἐπιπόλαιοι γὰρ αἱ μιμήσεις τῶν ὑδάτων ὑπὸ τοῦ συνιζάνειν ἐν αὐτοῖς τὰ μήκη. τὸ δὲ καὶ κλύζεσθαί σοι τὴν σκιὰν ἔστω μὲν καὶ παρὰ τοῦ αὐλοῦ τὴν πηγὴν καταπνέοντος, ἔστω δὲ καὶ παρὰ τοῦ Ζεφύρου ταῦτα πάντα, δι᾽ ὃν καὶ σὺ ἐν τῷ αὐλεῖν καὶ ὁ αὐλὸς ἐν τῷ πνεῖν καὶ ἡ πηγὴ ἐν τῷ καταυλεῖσθαι.

ΜΙΔΑΣ.

κβ΄. Καθεύδει ὁ Σάτυρος, καὶ ὑφειμένῃ τῇ φωνῇ περὶ αὐτοῦ λέγωμεν, μὴ ἐξεγείρηται καὶ διαλύσῃ τὰ ὁρώμενα. Μίδας αὐτὸν οἴνῳ τεθήρακεν ἐν Φρυγίᾳ περὶ αὐτά, ὡς ὁρᾷς, τὰ ὄρη, τὴν κρήνην οἰνοχοήσας, ἐν ᾗ κεῖται παραβλύζων τοῦ οἴνου ἐν τῷ ὕπνῳ. Σατύρων δὲ ἡδὺ μὲν τὸ σφοδρόν, ὅτε ὀρχοῦνται, ἡδὺ δὲ τὸ βωμολόχον, ὅτε μειδιῶσι, καὶ ἐρῶσιν οἱ γενναῖοι καὶ ὑποποιοῦνται τὰς Λυδὰς αἰκάλλοντες αὐτὰς τέχνῃ. κἀκεῖνο αὐτῶν ἔτι· σκληροὶ γράφονται καὶ ἄκρατοι τὸ αἷμα καὶ περιττοὶ τὰ ὦτα καὶ κοῖλοι τὸ ἰσχίον, ἀγέρωχοι πάντα καὶ τὸ ἐπὶ τὰ οὐραῖα ἵπποι. τὸ δὲ θήραμα τοῦ Μίδου τοῦτο γέγραπται μὲν ὅσα ἐκεῖνοι, καθεύδει δὲ ὑπὸ τοῦ οἴνου τὸ ἆσθμα ἕλκων ὡς ἐκ μέθης, καὶ ἡ μὲν κρήνη