Μετάβαση στο περιεχόμενο

Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/375

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 393.]317
ΕΙΚΟΝΕΣ

ἀλλ᾽ οὗτός γε ὁ Διόνυσος ἐκ μόνου τοῦ ἐρᾶν γέγραπται· σκευὴ μὲν γὰρ ἠνθισμένη καὶ θύρσοι καὶ νεβρίδες, ἔρριπται ταῦτα ὡς ἔξω τοῦ καιροῦ, καὶ οὐδὲ κυμβάλοις αἱ Βάκχαι χρῶνται νῦν, οὐδὲ οἱ Σάτυροι αὐλοῦσιν, ἀλλὰ καὶ ὁ Πὰν κατέχει τὸ σκίρτημα, ὡς μὴ διαλύσειε τὸν ὕπνον τῆς κόρης, ἁλουργίδι τε στείλας ἑαυτὸν καὶ τὴν κεφαλὴν ῥόδοις ἀνθίσας ἔρχεται παρὰ τὴν Ἀριάδνην ὁ Διόνυσος, μεθύων ἔρωτι, φησὶν περὶ τῶν ἀκρατῶς ἐρώντων ὁ Τήιος· ὁ Θησεὺς δὲ ἐρᾷ μέν, ἀλλὰ τοῦ τῶν Ἀθηνῶν καπνοῦ, Ἀριάδνην δὲ οὔτε οἶδεν ἔτι, οὔτε ἔγνω ποτέ, φημὶ δ᾽ αὐτὸν ἐκλελῆσθαι καὶ τοῦ Λαβυρίνθου, καὶ μηδὲ εἰπεῖν ἔχειν, ἐφ᾽ ὅτῳ ποτὲ ἐς τὴν Κρήτην ἔπλευσεν, οὕτω μόνον τὰ ἐκ πρῴρας βλέπει. ὅρα καὶ τὴν Ἀριάδνην, μᾶλλον δὲ τὸν ὕπνον· γυμνὰ μὲν ἐς ὀμφαλὸν τὰ στέρνα ταῦτα, δέρη δὲ ὑπτία καὶ ἁπαλὴ φάρυγξ, μασχάλη δὲ ἡ δεξιὰ φανερὰ πᾶσα, ἡ δὲ ἑτέρα χεὶρ ἐπίκειται τῇ χλαίνῃ, μὴ αἰσχύνῃ τι ὁ ἄνεμος. οἷον, ὦ Διόνυσε, καὶ ὡς ἡδὺ τὸ ἆσθμα. εἰ δὲ μήλων ἢ βοτρύων ἀπόζει, φιλήσας ἐρεῖς.

ΠΑΣΙΦΑΗ.

ιϚ΄. ἡ Πασιφάη τοῦ ταύρου ἐρᾷ καὶ ἱκετεύει τὸν Δαίδαλον σοφίσασθαί τινα πειθὼ τοῦ θηρίου, ὁ δὲ ἐργάζεται βοῦν κοίλην παραπλησίαν ἀγελαίᾳ βοὶ τοῦ ταύρου ἐθάδι. καὶ ἥτις μὲν ἡ εὐνὴ σφῶν ἐγένετο, δηλοῖ τὸ τοῦ Μινωταύρου εἶδος, ἀτόπως συντελεσθὲν τῇ φύσει, γέγραπται δὲ οὐχ ἡ εὐνὴ νῦν, ἀλλ᾽ ἐργαστήριον μὲν τοῦτο πεποίηται τῷ Δαιδάλῳ, περιέστηκε δὲ αὐτὸν ἀγάλματα τὰ μὲν ἐν μορφαῖς, τὰ δὲ ἐν τῷ διορθοῦσθαι, διαβεβηκότα ἤδη καὶ ἐν ἐπαγγελίᾳ τοῦ βαδίζειν, τοῦτο δὲ ἄρα