Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/373

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 392.]315
ΕΙΚΟΝΕΣ

ἧττον δὲ οἱ ἐφεξῆς, οἱ δὲ μετ᾽ ἐκείνους ἤδη παραψεύδονται τὴν ὄψιν, εἶτα σκιώδεις, εἶτα ὑδαρεῖς ὑπονοῆσαι, καταβαίνουσα γὰρ ἐς τὸ ὕδωρ ἡ ὄψις ἀμβλύνεται διακριβοῦν τὰ ἐν αὐτῷ. ὁ δὲ τῶν ἁλιέων δῆμος ἡδεῖς καὶ ξανθοὶ τὴν χρόαν ὑπὸ τοῦ θέρεσθαι καὶ ὁ μὲν τὴν κώπην ζεύγνυσιν, ὁ δὲ ἐρέττει μάλα διεξῳδηκότι τῷ βραχίονι, ὁ δὲ ἐπικελεύεται τῷ πέλας, ὁ δὲ παίει τὸν μὴ ἐρέττοντα, βοὴ δὲ ἦρται τῶν ἁλιέων, ἐμπεπτωκότων ἤδη τῶν ἰχθύων ἐς τὸ δίκτυον, καὶ τοὺς μὲν ᾑρήκασι, τοὺς δὲ αἱροῦσιν. ἀμηχανοῦντες δέ, ὅ τι χρήσονται τῷ πλήθει καὶ παρανοίγουσι τοῦ δικτύου καὶ συγχωροῦσιν ἐνίους διαφυγεῖν καὶ διεκπεσεῖν, τοσοῦτον ἐς τὴν θήραν τρυφῶσιν.

ΣΕΜΕΛΗ.

ιδ΄. Βροντὴ ἐν εἴδει σκληρῷ καὶ Ἀστραπὴ σέλας ἐκ τῶν ὀφθαλμῶν ἱεῖσα πῦρ τε ῥαγδαῖον ἐξ οὐρανοῦ τυραννικῆς οἰκίας ἐπειλημμένον λόγου τοιοῦδε, εἰ μὴ ἀγνοεῖς, ἅπτεται· πυρὸς νεφέλη περισχοῦσα τὰς Θήβας ἐς τὴν τοῦ Κάδμου στέγην ῥήγνυται κωμάσαντος ἐπὶ τὴν Σεμέλην τοῦ Διός, καὶ ἀπόλλυται μέν, ὡς δοκοῦμεν, ἡ Σεμέλη, τίκτεται δὲ Διόνυσος, οἶμαι, νὴ Δία, πρὸς τὸ πῦρ, καὶ τὸ μὲν τῆς Σεμέλης εἶδος ἀμυδρὸν διεκφαίνεται ἰούσης ἐς οὐρανόν, καὶ αἱ Μοῦσαι αὐτὴν ἐκεῖ ᾄσονται, ὁ δὲ Διόνυσος τῆς μὲν μητρὸς ἐκθρώσκει ῥαγείσης τὴν γαστέρα, τὸ δὲ πῦρ ἀχλυῶδες ἐργάζεται φαιδρὸν αὐτός, οἷον ἀστήρ τις, ἀστράπτων. διασχοῦσα δὲ ἡ φλὸξ ἄντρον τι τῷ Διονύσῳ σκιαγραφεῖ παντὸς ἥδιον Ἀσσυρίου τε καὶ Λυδίου, ἕλικές τε γὰρ περὶ αὐτὸ τεθήλασι καὶ κιττοῦ κόρυμβοι καὶ ἤδη καὶ ἄμπελοι καὶ θύρσου