Μετάβαση στο περιεχόμενο

Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/365

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 387.]307
ΕΙΚΟΝΕΣ

τῶν ὀρῶν, αἳ δὴ ῥέουσαι κάτω καὶ κοινούμεναι τὸ ὕδωρ ἕλος ὑπ᾽ αὐτῶν τὸ πεδίον, οὐ μὴν ἄτακτόν γε, οὐδὲ οἷον πεφύρθαι, διῆκται δὲ αὐτοῦ τὸ νᾶμα ὑπὸ τῆς γραφῆς, ὡς ἂν καὶ ἡ φύσις αὐτὸ διήγαγεν ἡ σοφὴ πάντων, Μαιάνδρους δὲ πολλοὺς ἑλίττει σελίνου βρύοντας ἀγαθοὺς ναυτίλλεσθαι τοῖς ὄρνισι τοῖς ὑγροῖς. ὁρᾷς γάρ που τὰς νήττας, ὡς ἔφυδροι διολισθάνουσιν ἀναφυσῶσαί τινας οἷον αὐλοὺς τοῦ ὕδατος. τί δὴ τὸ τῶν χηνῶν ἔθνος; καὶ γὰρ δὴ κἀκεῖνοι γεγράφαται κατὰ τὴν ἑαυτῶν φύσιν ἐπιπόλαιοί τε καὶ πλωτῆρες. τοὺς δὲ ἐπὶ μακροῖν τοῖν σκελοῖν, τοὺς περιττοὺς τὸ ῥάμφος ξένους οἶμαι αἰσθάνῃ καὶ ἁβροὺς ἄλλον ἄλλου πτεροῦ, καὶ τὰ σχήματα δὲ αὐτῶν ποικίλα. ὁ μὲν γὰρ ἐπὶ πέτρας ἀναπαύει τὼ πόδε κατὰ ἕνα, ὁ δὲ ψύχει τὸ πτερόν, ὁ δὲ ἐκκαθαίρει, ὁ δὲ ᾕρηκέ τι ἐκ τοῦ ὕδατος, ὁ δὲ ἐς τὴν γῆν ἀπονένευκεν ἐπισιτίσασθαί τι ἐκεῖθεν. ἡνιοχεῖσθαι δὲ τοὺς κύκνους ὑπὸ τῶν ἐρώτων θαῦμα οὐδέν, ἀγέρωχοι γὰρ οἱ θεοὶ καὶ δεινοὶ παίζειν ἐς τοὺς ὄρνιθας, ὅθεν μηδὲ τὴν ἡνιόχησιν ἀργῶς παρέλθωμεν, μηδὲ αὐτὸ τὸ ὕδωρ, ἐν ᾧ ταῦτα. τὸ μὲν γὰρ δὴ ὕδωρ τοῦτο κάλλιστον τοῦ ἕλους, τῆς γῆς αὐτὸ διδούσης αὐτόθεν, συνίσταται δὲ ἐς κολυμβήθραν παγκάλην. διὰ μέσου γὰρ τοῦ ὕδατος ἀμάραντα νεύει τὰ μὲν ἔνθεν, τὰ δὲ ἐκεῖθεν, ἡδεῖς ἀστάχυες καὶ βάλλοντες ἄνθει τὸ ὕδωρ. περὶ τούτους ἡνιοχοῦσιν ἕρωτες ἱεροὺς καὶ χρυσοχαλίνους ὄρνις ὁ μὲν πᾶσαν ἡνίαν ἐνδιδούς, ὁ δὲ ἀνακόπτων, ὁ δὲ ἐπιστρέφων, ὁ δὲ περὶ τὴν νύσσαν ἐλαύνων — καὶ παρακελευομένων τοῖς κύκνοις ἀκούειν δόκει καὶ ἀπειλούντων ἀλλήλοις καὶ τωθαζόντων, ταῦτα γὰρ τοῖς προσώποις ἔπεστιν — ὁ δὲ καταβάλλει τὸν πέλας, ὁ δὲ καταβέ-