Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/352

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 379.]
ΦΙΛΟΣΤΡΑΤΟΥ ΕΙΚΟΝΕΣ

.

ΠΡΟΟΙΜΙΟΝ [Η ΛΑΛΙΑ].

Ὅστις μὴ ἀσπάζεται τὴν ζωγραφίαν, ἀδικεῖ τὴν ἀλήθειαν, ἀδικεῖ δὲ καὶ σοφίαν, ὁπόση ἐς ποιητὰς ἥκει—φορὰ γὰρ ἴση ἀμφοῖν ἐς τὰ τῶν ἡρώων εἴδη καὶ ἔργα—ξυμμετρίαν τε οὐκ ἐπαινεῖ, δι᾽ ἣν καὶ λόγου ἡ τέχνη ἅπτεται. καὶ βουλομένῳ μὲν σοφίζεσθαι θεῶν τὸ εὕρημα διά τε τὰ ἐν γῇ εῖδη, ὁπόσα τοὺς λειμῶνας αἱ ὧραι γράφουσι, διά τε τὰ ἐν οὐρανῷ φαινόμενα, βασανίζοντι δὲ τὴν γένεσιν τῆς τέχνης μίμησις μὲν εὕρημα πρεσβύτατον καὶ ξυγγενέστατον τῇ φύσει, εὗρον δὲ αὐτὴν σοφοὶ ἄνδρες τὸ μὲν ζωγραφίαν, τὸ δὲ πλαστικὴν φήσαντες. καὶ πλαστικῆς μὲν πολλὰ εἴδη, καὶ γὰρ αὐτὸ τὸ πλάττειν καὶ ἡ ἐν τῷ χαλκῷ μίμησις καὶ οἱ ξέοντες τὴν λυγδίνην ἢ τὴν Παρίαν λίθον καὶ ὁ ἐλέφας, καί, νὴ Δία, ἡ γλυφικὴ πλαστική, ζωγραφία δὲ ξυμβέβληται μὲν ἐκ χρωμάτων, πράττει δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πλείω σοφίζεται ἀπὸ τούτου γε ἑνὸς ὅντος ἢ ἀπὸ τῶν πολλῶν ἡ ἑτέρα τέχνη, σκιάν τε γὰρ ἀποφαίνει καὶ βλέμμα γιγνώσκει ἄλλο μὲν τοῦ μεμηνότος, ἄλλο δὲ τοῦ ἀλγοῦντος ἢ τοῦ χαίροντος καὶ αὐγὰς ὀμμάτων, ὁποῖαί εἰσιν, ὃ πλαστικὸς μέν τις ἥκιστα ἐργάζεται, χαροπὸν δὲ ὄμμα καὶ γλαυκὸν καὶ μέλαν γραφικὴ οἶδε, καὶ ξανθὴν κόμην οἶδε καὶ