Μετάβαση στο περιεχόμενο

Σελίδα:Discourses of Epictetus volume 1 Oldfather 1925.djvu/90

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ARRIAN’S DISCOURSES OF EPICTETUS

οὐ καταβρέχεσθε, ὅταν βρέχῃ ; θορύβου δὲ καὶ βοῆς καὶ τῶν ἀλλων χαλεπῶν οὐκ ἀπολαύετε; 27 ἀλλ’ οἶμαι ὅτι ταῦτα πάντα ἀντιτιθέντες πρὸς 28 τὸ ἀξιόλονγον τῆς θέας φέρετε καὶ ἀνέχεσθε. ἅνγε δυνάμεις δ’ οὐκ εἰλήφατε, καθ’ ἃς οἴσετε πᾶν τὸ συμβαῖνον,· μεγαλοψυχίαν οὐκ εἰλήφατε,· ἀν- 29 δρειάν οὐκ εἰλήφατε,· καρτερίαν οὐκ εἰλήφατε ,- καὶ τι’ ἔτι μοι μέλει μεγαλοψύχῳ ὄντι τῶν ἀπο- βῆναι δυναμένων; τί μ’ ἐκστήσει ἢ ταράξει ἢ τί ὀδυνηρὸν φανεῖται; οὐ χρήσομαι τῇ δυνάμει πρὸς ἃ εἴληφα αὐτήν, ἀλλ’ ἐπὶ τοῖς ἀποβαίνουσιν πενθήσω καὶ στενάξω ;

30 “ Ναί· ἀλλῖ αἱ μύξαι μου ῥέουσιν.” τίνος οὖν ἕνεκα χεῖρας ἔχεις, ἀνδράποδον,· οὐχ ἵνα καὶ 31 ἀπομύσσῃς σεαυτόν ;-Τοῦτο οὖν εὕλονγον μύξας 32 «γίνεσθαι ἐν τῷ κόσμῳ ,·-Καὶ πόσῳ κρεῖττον , ἀπομύξασθαί σε ἢ ἐιγκαλεῖν; ἢ τί οἴει ὅτι ὁ “Ηρακλῆς ἂν ἀπέβη, εἰ μὴ λέων τοιοῦτος ἐγένετο καὶ ὕδρα καὶ ἔλαφος καὶ σῦς καὶ ἄδικοί τινες ἄνθρωποι καὶ θηριώδεις, οὓς ἐκεῖνος ἐξήλαυνεν 33 καὶ ἐκάθαιρεν; καὶ τί ἀν ἐποίει μηδενὸς τοιού- του ΎεΎονότος; ἢ δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν ,· οὐκοῦν πρῶτον μὲν οὐκ ἂν ἐγένετο Ἱ-Ιρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον· εἰ δ’ ἄρα καὶ ἐγένετο, τί ὄφελος 34 αὐτοῦ; τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκεί- νου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ «γενναιότητος, εἰ μὴ τοιαῦταί τινες αὐτὸν περι- 35 στάσεις καὶ ὗλαι διέσεισαν καὶ ε’«γύμνασαν,· τί