11
12
13
14
15
16 17
ARRIAN’S DISCOURSES OF EPICTETUS
καθ’ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες1 τοῖς αἰσθη- τοῖς τυπούμεθα ὑπ’ αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνο- μέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν καὶ συντίθεμεν τάδε τινὰ δι’ αὐτῶν καὶ νὴ Δία μετα- βαίνομεν ἀπ’ ἄλλων ἐπ’ ἄλλα τινὰ2 οὕτω πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ μὴ ἀπολιπεῖν τὸν τεχνίτην, ἢ éEn'ynadaflwaavn ἡμῖν τί τὸ ποιοῦν ε’στιν ἔκα- στον τούτων ἢ πῶς οἶόν τε τὰ οὕτω θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταύτομάτου γίνεσθαι. Τί οὖν , ἐφ’ ἡμῶν μόνων ’γίνεται ταῦτα; πολλὰ μὲν ἐπὶ μόνων, ὧν ἐξαιρέτως χρειάν εἶχεν τὸ λογικὸν ζῷον, πολλὰ δὲ κοινὰ εὑρήσεις ἡμῖν καὶ πρὸς τὰ ἄλογα. ἆρ οὖν καὶ παρακολουθεῖ τοῖς ’γινομένοις ἐκεῖνα,· ουδαμῶς. ἄλλο ’γάρ ε’στι χρῆσις καὶ αλλο παρακολούθησις. ἐκείνων χρείαν εἶχεν ὁ θεὸς χρωμένων ταῖς φαντασίαις, ἡμῶν δὲ παρακολουθούντων τῇ χρήσει. διὰ τοῦτο ἐκείνοις μὲν ἀρκεῖ τὸ ε’σθίειν καὶ πίνειν καὶ τὸ ἀναπαύεσθαι καὶ ὀχεύειν καὶ τᾶλλ’ ὅσα ἐπιτελεῖ τῶν αὑτῶν εκαστον, ἡμῖν δ’, οἷς καὶ τὴν παρακολουθητικὴν δύναμιν ἔδωκεν, ουκέτι ταῦτ’ ἀπαρκεῖ, ἀλλ’ ἂν μὴ κατὰ τρόπον καὶ τεταγμένως καὶ ἀκολούθως τῇ ἑκαστου φύσει καὶ κατασκευῇ πράττωμεν, οὐκέτι τοῦ τέλους τευξόμεθα τοῦ ἑαυτῶν. ὧν ’γὰρ αἱ κατασκευαὶ διάφοροι, τούτων καὶ τὰ ἔργα καὶ τὰ τέλη. οὗ τοίνυν 15 κατασκευὴ μόνον χρηστική, τούτῳ χρῆ-
1 Meineke: ἐπιπίπτοντα S.
3 Schenkl: τὰ S.
42