συνέβη τὴν προειρημένην ὑφ’ ἕνα καιρὸν ὀξέως ἅμα εὔτεκνον καὶ ἄτεκνον γενέσθαι. ἐπεὶ δὲ ὁ Τάνταλος μισηθεὶς ὑπὸ τῶν θεῶν ἐξέπεσεν ἐκ τῆς Παφλαγονίας ὑπὸ Ἴλου τοῦ Τρωός, ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὸν Ἶλον καὶ τοὺς προγόνους αὐτοῦ διελθεῖν.
75 Τῆς Τρῳάδος χώρας πρῶτος ἐβασίλευσε Τεῦκρος, υἱὸς ὢν Σκαμάνδρου τοῦ ποταμοῦ καὶ Ἰδαίας νύμφης, ἀνὴρ ἐπιφανής, καὶ τοὺς λαοὺς ἀφ’ ἑαυτοῦ Τεύκρους προσηγόρευσε. Τεύκρου δ’ ἐγένετο θυγάτηρ Βάτεια· ταύτην δὲ Δάρδανος ὁ Διὸς γήμας, καὶ τὴν βασιλείαν διαδεξάμενος, τοὺς μὲν λαοὺς ἀφ’ ἑαυτοῦ ὠνόμασε Δαρδάνους, πόλιν δ’ οἰκίσας ἐπὶ θαλάττης ὠνόμασεν ἀφ’ ἑαυτοῦ Δάρδανον. τούτου δ’ Ἐριχθόνιος υἱὸς γενόμενος εὐδαιμονίᾳ καὶ πλούτῳ πολὺ διήνεγκε· περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρός φησι,
ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο.
Ἐριχθονίου δ’ υἱὸς γενόμενος Τρὼς τοὺς λαοὺς ὠνόμασεν ἀφ’ ἑαυτοῦ Τρῶας. τούτου δ’ ἐγένοντο τρεῖς υἱοί, Ἶλος, Ἀσσάρακος, Γανυμήδης. Ἶλος μὲν οὖν ᾤκισεν ἐν πεδίῳ πόλιν ἐπιφανεστάτην τῶν ἐν τῇ Τρῳάδι, Ἴλιον ἀφ’ ἑαυτοῦ θέμενος τὴν προσηγορίαν. Ἴλου δὲ γενόμενος υἱὸς Λαομέδων Τιθωνὸν καὶ Πρίαμον ἐγέννησεν· ὧν Τιθωνὸς μὲν στρατεύσας εἰς τὰ πρὸς ἕω μέρη τῆς Ἀσίας καὶ διατείνας