Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/597

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
497
IV 62. 63.

ἀποθανούσης αὐτοῦ τῆς γυναικὸς Ἱπποδαμείας καὶ καταλιπούσης υἱὸν Πολυποίτην, παρῆλθεν εἰς τὰς Ἀθήνας πρὸς Θησέα. καταλαβὼν δὲ τετελευτηκυῖαν τὴν γυναῖκα τοῦ Θησέως Φαίδραν ἔπεισεν αὐτὸν ἁρπάσαι τὴν Λήδας καὶ Διὸς Ἑλένην, δεκαετῆ μὲν τὴν ἡλικίαν οὖσαν, εὐπρεπείᾳ δὲ πασῶν διαφέρουσαν. παραγενόμενοι δ’ εἰς Λακεδαίμονα μετὰ πλειόνων, καὶ καιρὸν εὔθετον λαβόντες, ἥρπασαν τὴν Ἑλένην κοινῇ καὶ ἀπήγαγον εἰς τὰς Ἀθήνας. ἔπειτα πρὸς ἀλλήλους ὁμολογίας ἔθεντο διακληρώσασθαι, καὶ τὸν μὲν λαχόντα γῆμαι τὴν Ἑλένην, τῷ δ’ ἑτέρῳ συμπρᾶξαι περὶ ἑτέρας γυναικός, ὑπομένοντα πάντα κίνδυνον. περὶ δὲ τούτων δόντες ἀλλήλοις ὅρκους ἔλαχον, καὶ συνέβη τῷ κλήρῳ λαχεῖν Θησέα. οὗτος μὲν οὖν κύριος κατέστη τῆς παρθένου τὸν τρόπον τοῦτον· τῶν δ’ Ἀθηναίων ἀγανακτούντων ἐπὶ τῷ γεγονότι, φοβηθεὶς ὁ Θησεὺς ὑπεξέθετο τὴν Ἑλένην εἰς Ἄφιδναν, μίαν τῶν Ἀττικῶν πόλεων. παρακατέστησε δ’ αὐτῇ τὴν μητέρα Αἴθραν καὶ τῶν ἄλλων φίλων τοὺς ἀρίστους, φύλακας τῆς παρθένου. Πειρίθου δὲ κρίναντος μνηστεῦσαι Φερσεφόνην καὶ παρακαλοῦντος συναποδημῆσαι, τὸ μὲν πρῶτον ὁ Θησεὺς μετέπειθεν ἀποτρέπων τῆς πράξεως αὐτὸν διὰ τὴν ἀσέβειαν· τοῦ δὲ Πειρίθου βιαζομένου συνηναγκάσθη διὰ τοὺς ὅρκους ὁ Θησεὺς μετασχεῖν τῆς πράξεως. καὶ πέρας καταβάντων αὐτῶν εἰς τοὺς καθ’ ᾅδου τόπους, συνέβη διὰ τὴν ἀσέβειαν