Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/595

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
495
IV 61. 62.

καὶ διὰ τὴν λύπην ἐπιλαθομένους τῆς Αἰγέως παραγγελίας, τοῖς μέλασιν ἱστίοις καταπλεῖν εἰς τὴν Ἀττικήν. Αἰγέα δὲ θεασάμενον τὸν κατάπλουν, καὶ δόξαντα τεθνηκέναι τὸν υἱόν, ἡρωικὴν ἅμα πρᾶξιν καὶ συμφορὰν ἐπιτελέσασθαι· ἀναβάντα γὰρ εἰς τὴν ἀκρόπολιν, καὶ διὰ τὴν ὑπερβολὴν τῆς λύπης προσκόψαντα τῷ ζῆν, ἑαυτὸν κατακρημνίσαι. μετὰ δὲ τὴν Αἰγέως τελευτὴν Θησεὺς διαδεξάμενος τὴν βασιλείαν ἦρχε τοῦ πλήθους νομίμως καὶ πολλὰ πρὸς αὔξησιν τῆς πατρίδος ἔπραξεν. ἐπιφανέστατον δὲ συνετελέσθη τὸ τοὺς δήμους, ὄντας μικροὺς μὲν τοῖς μεγέθεσι, πολλοὺς δὲ τὸν ἀριθμόν, μεταγαγεῖν εἰς τὰς Ἀθήνας· ἀπὸ γὰρ τούτων τῶν χρόνων Ἀθηναῖοι διὰ τὸ βάρος τῆς πόλεως φρονήματος ἐνεπίμπλαντο καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ὠρέχθησαν. ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως διεληλυθότες τὰ λειπόμενα τῶν περὶ Θησέα γενομένων ἀναγράψομεν.

62  Δευκαλίων ὁ πρεσβύτατος τῶν Μίνωος παίδων, δυναστεύων τῆς Κρήτης καὶ ποιησάμενος πρὸς Ἀθηναίους συμμαχίαν, συνῴκισε τὴν ἰδίαν ἀδελφὴν Φαίδραν Θησεῖ. μετὰ δὲ τὸν γάμον Ἱππόλυτον μὲν τὸν ἐκ τῆς Ἀμαζονίδος γενόμενον υἱὸν ἔπεμψεν εἰς Τροιζῆνα τρέφεσθαι παρὰ τοῖς Αἴθρας ἀδελφοῖς, ἐκ δὲ Φαίδρας Ἀκάμαντα καὶ Δημοφῶντα ἐγέννησε. μικρὸν δ’ ὕστερον Ἱππολύτου ἐπανελθόντος εἰς τὰς Ἀθήνας πρὸς τὰ μυστήρια, Φαίδρα διὰ τὸ κάλλος ἐρασθεῖσα αὐτοῦ τότε μὲν ἀπελθόντος εἰς Τροιζῆνα