Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/587

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
487
IV 56. 57.

βάλλοντα τὴν ῥύσιν ἔχειν ἀπὸ τῶν αὐτῶν τόπων. Ῥωμαίων γὰρ καταπολεμησάντων τὸ τῶν Ἴστρων ἔθνος, εὑρέθη τὰς πηγὰς ἔχων ὁ ποταμὸς ἀπὸ τετταράκοντα σταδίων τῆς θαλάττης. ἀλλὰ γὰρ τοῖς συγγραφεῦσιν αἰτίαν τῆς πλάνης φασὶ γενέσθαι τὴν ὁμωνυμίαν τῶν ποταμῶν.

57  Ἡμῖν δ’ ἀρκούντως ἐξειργασμένοις τὴν περὶ τῶν Ἀργοναυτῶν ἱστορίαν καὶ τὰ ὑφ’ Ἡρακλέους πραχθέντα οἰκεῖον ἂν εἴη κατὰ τὴν γενομένην ἐπαγγελίαν ἀναγράψαι τὰς τῶν υἱῶν αὐτοῦ πράξεις. μετὰ τὴν Ἡρακλέους τοίνυν ἀποθέωσιν οἱ παῖδες αὐτοῦ κατῴκουν ἐν Τραχῖνι παρὰ Κήυκι τῷ βασιλεῖ. μετὰ δὲ ταῦτα Ὕλλου καί τινων ἑτέρων ἀνδρωθέντων, Εὐρυσθεὺς φοβηθεὶς μὴ πάντων ἐνηλίκων γενομένων ἐκπέσῃ τῆς ἐν Μυκήναις βασιλείας, ἔγνω τοὺς Ἡρακλείδας ἐξ ὅλης τῆς Ἑλλάδος φυγαδεῦσαι. διὸ Κήυκι μὲν τῷ βασιλεῖ προηγόρευσε τούς τε Ἡρακλείδας καὶ τοὺς Λικυμνίου παῖδας ἐκβαλεῖν, ἔτι δὲ Ἰόλαον καὶ τὸ σύστημα τῶν Ἀρκάδων τῶν Ἡρακλεῖ συνεστρατευκότων, ἢ ταῦτα μὴ ποιοῦντα πόλεμον ἀναδέξασθαι. οἱ δ’ Ἡρακλεῖδαι καὶ οἱ μετ’ αὐτῶν θεωροῦντες αὑτοὺς οὐκ ἀξιομάχους ὄντας Εὐρυσθεῖ πολεμεῖν, ἔγνωσαν ἑκουσίως φεύγειν ἐκ τῆς Τραχῖνος· ἐπιόντες δὲ τῶν ἄλλων πόλεων τὰς ἀξιολογωτάτας ἐδέοντο δέξασθαι σφᾶς αὐτοὺς συνοίκους. μηδεμιᾶς δὲ τολμώσης ὑποδέξασθαι, μόνοι τῶν ἄλλων Ἀθηναῖοι διὰ τὴν ἔμφυτον παρ’ αὐτοῖς