Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/585

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
485
IV 55. 56.

ὑπὸ τἀδελφοῦ Πέρσου βιαίως ἐκπεπτωκότα τὴν ἀρχὴν ἀνακτήσασθαι, Μήδου τοῦ Μηδείας ἀνελόντος τὸν Πέρσην· μετὰ δὲ ταῦτα δυνάμεως ἐγκρατῆ γενόμενον τὸν Μῆδον πολλὴν ἐπελθεῖν τῆς ὑπὲρ τὸν Πόντον Ἀσίας, καὶ κατασχεῖν τὴν ἀπ’ ἐκείνου Μηδίαν προσαγορευθεῖσαν. ἀλλὰ γὰρ τὸ πάσας τὰς ἀποφάσεις τῶν περὶ τῆς Μηδείας μυθολογησάντων ἀναγράφειν οὐκ ἀναγκαῖον ἅμα καὶ μακρὸν εἶναι κρίνοντες τὰ καταλειπόμενα τῆς περὶ τῶν Ἀργοναυτῶν ἱστορίας προσθήσομεν. οὐκ ὀλίγοι γὰρ τῶν τε ἀρχαίων συγγραφέων καὶ τῶν μεταγενεστέρων, ὧν ἐστι καὶ Τίμαιος, φασὶ τοὺς Ἀργοναύτας μετὰ τὴν τοῦ δέρους ἁρπαγὴν πυθομένους ὑπ’ Αἰήτου προκατειλῆφθαι ναυσὶ τὸ στόμα τοῦ Πόντου, πρᾶξιν ἐπιτελέσασθαι παράδοξον καὶ μνήμης ἀξίαν. ἀναπλεύσαντας γὰρ αὐτοὺς διὰ τοῦ Τανάιδος ποταμοῦ ἐπὶ τὰς πηγάς, καὶ κατὰ τόπον τινὰ τὴν ναῦν διελκύσαντας, καθ’ ἑτέρου πάλιν ποταμοῦ τὴν ῥύσιν ἔχοντος εἰς τὸν ὠκεανὸν καταπλεῦσαι πρὸς τὴν θάλατταν, ἀπὸ δὲ τῶν ἄρκτων ἐπὶ τὴν δύσιν κομισθῆναι τὴν γῆν ἔχοντας ἐξ εὐωνύμων, καὶ πλησίον γινομένους Γαδείρων εἰς τὴν καθ’ ἡμᾶς θάλατταν εἰσπλεῦσαι. ἀποδείξεις δὲ τούτων φέρουσι, δεικνύντες τοὺς παρὰ τὸν ὠκεανὸν κατοικοῦντας Κελτοὺς σεβομένους μάλιστα τῶν θεῶν τοὺς Διοσκόρους· παραδόσιμον γὰρ αὐτοὺς ἔχειν ἐκ παλαιῶν χρόνων τὴν τούτων τῶν θεῶν παρουσίαν ἐκ τοῦ ὠκεανοῦ