Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/583

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
483
IV 54. 55.

των ἐν τῷ τῆς Ἥρας τεμένει θάψαι] καὶ μετὰ τῶν πιστοτάτων θεραπαινίδων ἔτι νυκτὸς μέσης φυγεῖν ἐκ τῆς Κορίνθου, καὶ διεκπεσεῖν εἰς Θήβας πρὸς Ἡρακλέα· τοῦτον γὰρ μεσίτην γεγονότα τῶν ὁμολογιῶν ἐν Κόλχοις ἐπηγγέλθαι βοηθήσειν αὐτῇ παρασπονδουμένῃ. 55  ἐν τοσούτῳ δὲ τὸν μὲν Ἰάσονα στερηθέντα τέκνων καὶ γυναικὸς δόξαι πᾶσι δίκαια πεπονθέναι· διὸ καὶ μὴ δυνάμενον ἐνεγκεῖν τὸ μέγεθος τῆς συμφορᾶς ἐκ τοῦ ζῆν ἑαυτὸν μεταστῆσαι. τοὺς δὲ Κορινθίους ἐκπεπλῆχθαι μὲν τὴν δεινότητα τῆς περιπετείας, μάλιστα δ’ ἀπορεῖν περὶ τῆς ταφῆς τῶν παίδων. διόπερ ἀποστειλάντων αὐτῶν Πυθώδε τοὺς ἐπερωτήσοντας τὸν θεὸν ὅπως χρηστέον ἐστὶ τοῖς σώμασι τῶν παίδων, προστάξαι τὴν Πυθίαν ἐν τῷ τεμένει τῆς Ἥρας αὐτοὺς θάψαι καὶ τιμῶν ἡρωικῶν αὐτοὺς ἀξιοῦν. ποιησάντων δὲ τῶν Κορινθίων τὸ προσταχθέν, φασὶ Θετταλὸν μὲν τὸν διαφυγόντα τὸν ἀπὸ τῆς μητρὸς φόνον ἐν Κορίνθῳ τραφέντα μετὰ ταῦτα ἐπανελθεῖν εἰς Ἰωλκόν, οὖσαν Ἰάσονος πατρίδα· ἐν ᾗ καταλαβόντα προσφάτως Ἄκαστον τὸν Πελίου τετελευτηκότα παραλαβεῖν κατὰ γένος προσήκουσαν τὴν βασιλείαν, καὶ τοὺς ὑφ’ ἑαυτὸν τεταγμένους ἀφ’ ἑαυτοῦ προσαγορεῦσαι Θετταλούς. οὐκ ἀγνοῶ δὲ διότι περὶ τῆς τῶν Θετταλῶν προσηγορίας οὐ ταύτην μόνην τὴν ἱστορίαν, ἀλλὰ καὶ διαφώνους ἑτέρας παραδεδόσθαι συμβέβηκε, περὶ ὧν ἐν οἰκειοτέροις μνησθησόμεθα καιροῖς. τὴν