Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/573

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
473
IV 49. 50.

τῶν φυλάκων τοὺς ἀντεχομένους, φυγόντας δ’ ἐπὶ θάλατταν ἀπαγγεῖλαι τὰ κατὰ μέρος τοῖς Ἀργοναύταις. διόπερ τούτους μὲν ἑτοίμους γενομένους πρὸς μάχην ἀπαντῆσαι τοῖς ἐκ τῆς πόλεως ἐκχεομένοις μετὰ τοῦ βασιλέως· γενομένης δὲ μάχης ἰσχυρᾶς, καὶ τῶν ἀριστέων διὰ τὰς ἀρετὰς ἐπικρατούντων, μυθολογοῦσι τὸν Ἡρακλέα πάντων ἄριστα διαγωνίσασθαι· τόν τε γὰρ Λαομέδοντα φονεῦσαι, καὶ τῆς πόλεως ἐξ ἐφόδου κρατήσαντα κολάσαι μὲν τοὺς μετασχόντας τῷ βασιλεῖ τῆς ἐπιβουλῆς, Πριάμῳ δὲ διὰ τὴν δικαιοσύνην παραδοῦναι τὴν βασιλείαν, καὶ φιλίαν συνθέμενον ἐκπλεῦσαι μετὰ τῶν Ἀργοναυτῶν. ἔνιοι δὲ τῶν ἀρχαίων ποιητῶν παραδεδώκασιν οὐ μετὰ τῶν Ἀργοναυτῶν, ἀλλ’ ἰδίᾳ στρατεύσαντα τὸν Ἡρακλέα ναυσὶν ἓξ ἕνεκα τῶν ἵππων ἑλεῖν τὴν Τροίαν· προσμαρτυρεῖν δὲ τούτοις καὶ Ὅμηρον ἐν. τοῖσδε τοῖς ἔπεσιν,

ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην
εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα,
ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ’ ἀγυιάς.

τοὺς δ’ Ἀργοναύτας φασὶν ἐκ τῆς Τρῳάδος ἀναχθέντας εἰς Σαμοθρᾴκην κομισθῆναι, καὶ τοῖς μεγάλοις θεοῖς τὰς εὐχὰς ἀποδόντας πάλιν ἀναθεῖναι τὰς φιάλας εἰς τὸ τέμενος τὰς ἔτι καὶ νῦν διαμενούσας.

50  Τῆς δὲ τῶν ἀριστέων ἀνακομιδῆς ἀγνοουμένης