Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/567

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
467
IV 45. 46.

τελεῖν γὰρ τοὺς καταπλέοντας τῶν ξένων ἐξαιρουμένην ἐκ τῶν κινδύνων, καὶ ποτὲ μὲν παρὰ τοῦ πατρὸς αἰτεῖσθαι δεήσει καὶ χάριτι τὴν τῶν μελλόντων ἀπόλλυσθαι σωτηρίαν, ποτὲ δ’ αὐτὴν ἐκ τῆς φυλακῆς ἀφιεῖσαν προνοεῖσθαι τῆς τῶν ἀτυχούντων ἀσφαλείας· τὸν γὰρ Αἰήτην τὰ μὲν διὰ τὴν ἰδίαν ὠμότητα, τὰ δ’ ὑπὸ τῆς γυναικὸς Ἑκάτης πεισθέντα, προσδέξασθαι τὸ τῆς ξενοκτονίας νόμιμον. ἀντιπραττούσης δὲ τῆς Μηδείας ἀεὶ μᾶλλον τῇ προαιρέσει τῶν γονέων, φασὶ τὸν Αἰήτην ὑποπτεύσαντα τὴν ἐκ τῆς θυγατρὸς ἐπιβουλὴν εἰς ἐλευθέραν αὐτὴν ἀποθέσθαι φυλακήν· τὴν δὲ Μήδειαν διαδρᾶσαν καταφυγεῖν εἴς τι τέμενος Ἡλίου κείμενον παρὰ θάλατταν. καθ’ ὃν δὴ χρόνον τοὺς Ἀργοναύτας ἀπὸ τῆς Ταυρικῆς κομισθέντας νυκτὸς καταπλεῦσαι τῆς Κολχίδος εἰς τὸ προειρημένον τέμενος. ἔνθα δὴ περιτυχόντας τῇ Μηδείᾳ πλανωμένῃ παρὰ τὸν αἰγιαλόν, καὶ μαθόντας παρ’ αὐτῆς τὸ τῆς ξενοκτονίας νόμιμον, ἀποδέξασθαι μὲν τὴν ἡμερότητα τῆς παρθένου, δηλώσαντας δ’ αὐτῇ τὴν ἑαυτῶν ἐπιβολὴν πάλιν παρ’ ἐκείνης μαθεῖν τὸν ὑπάρχοντα αὐτῇ κίνδυνον ἀπὸ τοῦ πατρὸς διὰ τὴν πρὸς τοὺς ξένους εὐσέβειαν. κοινοῦ δὲ τοῦ συμφέροντος φανέντος, τὴν μὲν Μήδειαν ἐπαγγείλασθαι συνεργήσειν αὐτοῖς μέχρι ἂν συντελέσωσι τὸν προκείμενον ἆθλον, τὸν δ’ Ἰάσονα διὰ τῶν ὅρκων δοῦναι πίστεις ὅτι γήμας αὐτὴν ἕξει σύμβιον ἅπαντα